Kamuzu Academy Classics Department

Greek and Latin Composition

De casu regis Mzilikazi (Greek)

Mzilikazi (c.1790 – 1868), referred to as the second most impressive African leader Livingstone ever faced after Shaka, embarked on a grand expansionism after the same. But continuous victories is not what he achieved, to the extent that he was in the end forced to seek shelter elsewhere (to settle finally in present day Zimbabwe) by the Voortrekkers after inhabiting the Transvaal for ten years. This is a dramatization of such incidents of loss. Mzilikazi is under counter-attack by an allied force of those he had conquered before, and he is losing. He regrets to have ever adopted expansionism.

 

Notanda:

Impi = armed force

Induna = advisor, general, elite soldier

I have attempted a Latinisation and Hellenisation of Zulu and Ndebele terms and names.

 

Ἀγγείλαντος τινὸς ἐκείνῃ τῇ νυκτὶ τῷ Γουβούζᾳ αὐτίκα ἤγαγεν τὸ φεῦγον ἑαυτοῦ στράτευμα ἵνα πάλιν πρὸς τὸν βασιλέα προσέλθωσιν. ὁ δὲ στρατὸς μέντοι ὃς ἐπανῆλθε κατὰ τὸ θρασὸς καταλυόμενος ἦν. τοῖς λεγομένοις Ἴμπι συνέβησαν συνεχῶς συμφοραὶ οὐδενὸς ὅστις αὐτοὺς εὐφρήναιεν ἐπελθόντος. κατὰ πολλὰς ἡμέρας καὶ νύκτας οὕτως ὀλίγον σῖτον φαγόντων καὶ μόγις ὕπνου τυχόντων διεμάχοντό τε καὶ προυχώρουν. ἡγοῦντο δὲ πάντες ὅτι ὁ βασιλεὺς θαυμασίως τὴν χώραν ἐλευθερῶσε ἀπὸ τῶν ἀθεμίστων καὶ ἀπαραιτήτων πολεμίων, ὧν ἀγριότητι κατεπιέζοντο ἀφ’ οὗ εἰσέβαλον.

 

ἅμα δὲ τῇ ἡμέρᾳ ὁ βασιλεὺς ἀπωσθεὶς συνεγένετο τῷ στρατηγῷ τὴν ψυχὴν ταπεινωμένῳ. αὐτοῖς δὲ αἱ πρῶται τῆς ἡμέρας χρυσεαὶ αὐγαὶ πονηραὶ καὶ τὴν ἐλπὶν ἀφαιρούμεναι ἐφαίνοντο. τοῦ γὰρ Γουβούζας πάντα τὰ γεγενημένα ἑαυτοῦ στρατὸν ἡγοῦντος καὶ τὰς τῶν προγεγενημένων ἡμερῶν συμφορᾶς ἐρῶντος, εἰσέπεσον εἰς τοὺς συναχθέντας κατασκοποί τινες ἀπαγγελοῦντες ἔτι μεῖζον σύνταγμα τῶν συγκοινωνῶν στρατιωτῶν ἐπ΄ αὐτοὺς πορεύεσθαι. αὐτίκα δὲ μεγίστῃ ταραχῇ παρεσκευάζοντο οἱ λεγόμενοι Ἴμπι, ὡς τὰ βέλη δεξόμενοι.

 

ὀδυρόμενος γοῦν ὁ βασιλεύς, «Ὦ», ἔφη «κασίγνητε Γουβούζα», καταλυόμενος τὸν θυμόν, ἀθλιωτάτῃ φωνῇ, τοιαύτη οἵα τι ὑπερμεγέθες ἐπὶ τοῦ στρατηγοῦ θυμὸν πέσοι. «εἴθε ἐκείνῃ τῇ τῆς μεγάλης μάχης ἡμέρᾳ σοι παρεγενόμην καὶ τῶν σῶν ἀνδρείων στρατιωτῶν μετὰ πάντως συνηνώχλησα! πρὸς τίνα τέχνην μαγικὴν ἀγωνιζόμεθα, αδελφέ; σὺ δήπου τῶν τοῦ ἄλλου αἰῶνος λυγρῶν μαχῶν μείζονα ἔπαθες. οἵ γε σοὶ Ινδοῦναι θρασύτεροι ἦσαν ἢ οἱ ανδρειότατοι στρατιῶται ἐκείνης τῆς φύλης ὀνόματι Ζούλου ὅστις πω δόρυ ἀφείη. τί δέ με ταύτῃ τοῦ θανάτου ἀχλυοέσσῃ νεφέλῃ καταπιεζόμενον νουθετήσῃς; εἰπέ μοι. σύ γὰρ μόνος ἐπικούρημα ἔχεις ᾧ τούτων τῶν συμφορῶν στερήσωμεν. καὶ νῦν τὸν  κρότον τῶν φονικῶν ξιφῶν αὐτῶν ἀκούω.»

 

ἐν ᾧ τοὺς ἑαυτοῦ στρατιώτας παρὼν ἐφορᾷ καὶ τὸν ἀγῶνα ἐν ᾧ ἀπέβη ἓν μέρος μόνον ἀεὶ κρεῖττον ὄν, ὃ ξύνηθες ἤδη τῇ ἀβελτηρίᾳ τῶν λεγομένων Ματαβηλῶν πεποιημένον ἦν πάλιν σύμβαινον ᾔσθετο. ἀπ’ ἄκρης τοῦ λόφου ὁ Μζιλικάζι εἶδε τοὺς στρατιώτας τὰ δόρατα ἐν χερσὶ φέροντας ἀθροῶς προσορμῶντας, ῥᾳδίους σκόπους τοῖς ἀκορέστοις βέλοις ἑαυτοὺς δοῦντας. εἶδε καὶ τοὺς μὲν στρατιώτας κατακοπτομένους, τοὺς δὲ συγκοινώνους πολεμίους ἀναχωροῦντας ὡς πρὸς τὸ αὖθις προσβαλεῖν παρασκευασομένους. εἶδε εἰς τάξιν ἐπανερχομἐνους τοὺς στρατιώτας, πρὸς μὲν τοὺς πολεμίους ἐμπεσουμένους, πάλιν δὲ κατακοπτομένους καὶ τὴν τάξιν καταλείποντας ἀκοσμῶς, διασκεδασαμἐνους, ἀπολείποντας τὸ πεδίον σκεδασθὲν τῶν φίλων σώμασιν.

 

ὁ Γουβούζας τῆς ἐλπίδος σφαλεὶς τῷ βασιλεῖ τῷ ὀδυρομένῳ, «ἴδε», ἔφη, « ἴδε πρὸς θεῶν», ἀνιαρῶς τὴν λυγρὰν τῆςσφαγῆς ὄψιν δακτυλοδεικτῶν. «βροντή, στεροπὴ τοῦτ’ ἐστίν! ἐκείνην οὐδεὶς τῶν στρατιωτῶν ἀνέσχοιτο ἄν. καίπερ ἐπειρασάμεθα ἀνθρωπίνων δυναμέων θρασύτερον προσβαλεῖν, ὅμως οὐδεὶς τῶν πολεμίων ἐντὸς βέλους ἐγένετο. ἐγὼ τῷ μεγάλῳ τόδε παραινῶ, τοὺς δορυφόρους ἁθροίσας, ἐπανιέναι αὐτίκα πρὸς τὸν δῆμον καὶ εἰς καταφυγὴν αὐτὸν ἀγαγεῖν ἐμοῦ πρὸς δύναμιν τὴν τῶν πολεμίων προσβολὴν κατέχοντος.

 

ὁ οὖν βασιλεὺς Μζιλικάζι τῇ τοῦ στρατηγοῦ γνώμῃ ἕσπετο. λιπὼν γὰρ τὸ πεδίον εἰς τὸ στρατόπεδον ἐν ᾧ διέτριβεν ὁ δῆμος ἐπανῆλθε. τοῦ δὲ βασιλέως τῆς λύπης χάριν σχέδον ἐκράτει ἡ παραφροσύνη. κατ’ ἔτη γὰρ εὔνοιαν αὐτῷ παρεσκεύαζε ἐλπίς τις. ἤθελε τυραννίδα κτίσειν ἣ πρὸς ἀνατολήν, πρὸς δύσιν, πρὸς βορρᾶς τε καὶ πρὸς νότον κτείνῃ. ἐσπούδαζε παρασκεύασθαι ἵνα τῶν προσεχέων συνεχῶς περιγένηται καὶ ἵνα ἑαυτῷ αὐτοὺς ὑποτάξῃ, εἶτα δὲ ἵνα αὐξήσῃ τὴν δύναμιν τὴν τῶν λεγομένων Ματαβηλῶν τοῖς ἐκ τῶν ἡττωνῶν ὅστις ἂν μάχεσθαι δυνήθῃ, ἐφεξῆς δὲ ἵνα, τῶν ἐκ τῶν ἡττωνῶν ἐθισθέντων, τοιούτου δήμου ἄρξῃ, οὕτω φοβερὸς ὡς ἑκουσίως προσορμῆσαι ἐπὶ θάνατον, ἐπὶ οἵῳ οὐδεὶς τῶν πολεμίων πω ἐμαχέσατο. τέλος δέ, δυνάμεως οὕτως αὐξηθείσης, ἔμελλε προσβαλεῖν πρὸς τὴν τῶν λεγομένων Ζούλου χώραν, πρᾶγμα τῆς μεγίστης φιλοτιμίας αὐτοῦ, ἀρχαίαν βασιλείαν μείζονι δυνάμει ἀναλαβεῖν καὶ ἀρχὴν κτίσαι ἀφ’ ὑστάτων τῆς τῶν Βεχυάνων χώρας βορεῶν ὅρων πρὸς τὸν αἰγιαλὸν τῶν Μονομωταπῶν ἀνατείνουσαν, τὰς βασιλείας τούτων δήμων, τῶν λεγομένων Τόγγα, Συάζι καὶ Ζούλου συνέχουσαν, παρὰ τὴν θάλατταν διαφερόντως παρατείνουσαν μέχρι τοῦ τῆς χώρας τῆς λεγομένης Πόνδω αἰγιαλοῦ. αὕτη ἐκείνου διὰ πολλὰ ἔτη ἐλπίς. νῦν μέντοι τὸ κτίσαι καὶ αὐξῆσαι ἀρχὴν ἀδύνατον ὂν κατενόησεν. καθάπερ τῷ φθινοπωρίνῳ χρόνῳ τὰ φύλλα θυελλώδει χειμῶνι σκεδάννυται, οὕτω ἡ τοῦ βασιλέως γνώμη διελύθη.

 

τὴν δἐ στρατείαν πολλάκις πέμψας οὐδὲ μιᾶς φύλης περιεγένετο. ὅδε μόνον ἐν τούταις στρατείαις προυχώρησε αὐτῷ, ἕνα πλεῖον καταπράξασθαι πολέμιον. καὶ οἱ τῶν ὑπηκόων τῶν  Βεχυάνων ἀσθενέστατοι τούτου ἕνεκα μόνον τὴν εἰρήνην ἐφύλαττον τοῦ ἑτοιμώτερον ἀφιστήσασθαι ἐν καιρῷ. αὕτη ἡ βασιλεία τῶν λεγομένων Ζούλου ἐσφάλλετο δειναῖς προσβολαῖς ἀηθῶν ἀλλοφύλων δήμων οὓς ὑπάρχοντας οὐδέποτε ἐνόησεν. ἀπολομένου δὲ τοῦ Διγγάνας τοῦ τῆς βασιλείας ὀνόματι Ζούλου βασιλέως ἐλυπεῖτο χωρὶς τοῦ ἄρχοντος ἡ χώρα.

 

ἐλθὼν δὲ πρὸς τὸν δῆμον δορυφόρων ἤκουσε κλαιόντων τὸν θάνατον «τοῦ βασιλέως μεγίστου ἀνδρειοτάτου υἱοῦ», Λάγγα ὀνόματι. «Υἱοῦ, υἱοῦ μου», ἔφη ὀδυρόμενος, «ἀνδρειοτάτου υἱοῦ μου, τῆς δοξίας μου! ἀπώλετο οὖν ἐκ πλαγίου άνδρειοτάτων πατρῶν Διγγισυαίω, Ματάμβω, Σιτόγγα, Ταβάτα...καὶ Δαμβούζα, ἐκεῖνος ὁ ῥητορικὸς στρατιώτης ἐν τοῖς τεθνηκῶσίν ἐστιν.»

 

ἔσφηλε μέντοι Μζιλικάζι ταύτας τὰς μνήμας ἐν ἑαυτῷ στρέφων. ἀνεμιμνήσκετο μεγίστῃ ταραχῇ τῶν περὶ τὴν πατρίδα εὐσεβῶν λόγων καὶ τοῦ Δαμβούζας καὶ τῶν ἄλλων, πάντων νῦν ἐν Ἅιδου, καὶ αὐτῷ αὕτη μόνη ἔμεινε ἡ τῆς ἀνδρείας πηγή, ὡς εἰπεῖν, ἡ πικρότης δὴ τῆς τῶν πραγμάτων καινῆς καταστάσεως ἐν ᾗ μεταξὺ πάντων ἑορτὴν σπουδῇ ἀγώντων ἐνεκάλεσέ τις τοῦ Γουβούζας τὴν δειλίαν. «Ποῦ», ἔφη, «ποῦ ἐστιν ἐκεῖνος θυμὸς πολυλογίᾳ χαριζόμενος; ὁ ἄνεμος ὅς ποτε ἐμαυτῷ καὶ τοῖς ἀνυπερβλήτοις μου στρατιώταις ὑποταξάμενος ἐδόκει ἔτι πνέει ὡς ἀεί, ὥσπερ οὐδενὸς γεγενημένου. τὰ τῶν Μοδούβου καὶ Μοπάνι μεγίστων δένδρων φύλλα σαλεύει ἀνέμῳ ὡς πτήσει καὶ μελωδίᾳ ὀρνίθων πάντων πτίλων χαριζόμενα. ἐκείνη ὑπὲρ τὰ ὄρη νεφέλη ὡς δεινὴ ὀθόνη ἔτι τὴν ἡσυχὸν γῆν πρὸς τὸν οὐρανὸν συνάπτει καὶ νεφέλαι ἀμελεῖς ἔτι τὸν οὐρανὸν διαπερῶσιν ὡς ὅτε τῆς δόξης ἐγὼ ἀπέλαυον. πάντα γοῦν ἔχεται τῇ κατὰ φύσιν ἡσυχίᾳ. ἐκεῖνος ὁ ὀλέθριος κομήτης αὐτῶν οὐκ ἐποιήσατο λήθην. εἷς δὲ μόνον ἄνθρωπος κράτιστος κατ’ ἄκρας ἐκβλήθη καὶ ἡττήθη. ἦν μὲν πόλις τις ὀνόματι Ἰνζυινίαν, οὐκέτι δέ. Μαιεβάβ’ω! πρὸς τῶν θεῶν, ἡ ἐμὴ ἀρχὴ οὐκ ἰσχύσει; ἆρα οὐκ ἐδύνατο αὕτη ἡ συμφορὰ ἀποστρέφεσθαι; πάνυ γε. διὰ τί οὖν οὐκ ἐφυλάξαμεν ἵνα μὴ συνέβῃ; αὕτη γὰρ ἡ συμφορὰ ἀπροσδόκητος οὐκ ἦν. »

 

ἤθελε τοῖς τῆς δυστυχίας ἐπιτροποῖς  ἐπιγενέσθαι καὶ αὐτοῖς θραῦσαι τὰς κεφαλάς. τοῦτο δὲ παντάπασιν οὐκ ἐδυνήθη κελεῦσαί τινα οὐδαμῶς τῆς ἀρχῆς λαβόντα ποιῆσαι, ἀλλ᾽ αὐτός, αὐτοῖσι χερσὶν αὐτοὺς σφάξῃ. «τίνος ἕνεκα συνέβη αὕτη ἡ συμφορά;» αὖθις ἑαυτὸν ἤρετο.

 

ἀτάκτως γοῦν πάντα σκεψάμενος τὰ τῶν δορυφόρων ἤσθετο συμπαθὴ πρόσωπα καὶ τρόμῳ ἀναμιμνησκόμενος οὐκ ἄλλου τινὸς ἀλλ᾽ ἑαυτοῦ αἴτιος ὄντος ἐψιθύριζε ὧδε: «Ἔγωγε αἴτιός εἰμι. εἰ καὶ οἱ τῇ μαγικῇ τέχνῃ χρώμενοι ὑπέμνησάν με τῶν ἐλευσομένων ὀρρωδιῶν τὰς παραινέσεις αυτῶν εἴασα. εἰ μὲν γὰρ μόνον αὐτοῖς ἐπιθόμην καὶ τὸν δῆμον πρὸς βορρᾶν ἤγαγον, ἀκέραιον βασιλείαν διήνεγκον ἂν ἐκεῖσε μετὰ πάντων τῶν λεγομένων Ἴμπι· νῦν δέ – μαιεβάβ’ω – πάντων στεροῦμαι!».

 

Chikondi Medson
2016